Ancient Greek
102.3
Demetrius, demetrius_de_eloc_roberts 102.3
Unproofread scanNot analysed yet
23. Κατὰ δὲ τὰ ὀνόματα μόνον ἀντικείμενα κῶλα τοιάδε ἐστίν, οἷον ὡς ὁ τὴν Ἑλένην παραβαλὼν τῷ Ἡρακλεῖ φησιν, ὅτι ‘τῷ μὲν ἐπίπονον καὶ πολυκίνδυνον τὸν βίον ἐποίησεν, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν.’ ἀντίκειται γὰρ καὶ ἄρθρον ἄρθρῳ, καὶ σύνδεσμος συνδέσμῳ, ὅμοια ὁμοίοις, καὶ τὰλλα δὲ κατὰ τὸν αὐτὸν τρόπον, τῷ μὲν ‘ἐποίησεν’ τὸ ‘κατέστησεν,’ τῷ δὲ ‘ἐπίπονον’ τὸ ‘περίβλεπτον,’ τῷ δὲ ‘πολυκίνδυνον’ τὸ ‘περιμάχητον,’ καὶ ὅλως ἐν πρὸς ἐν, ὅμοιον παρ’ ὅμοιον, ἢ ἀνταπόδοσις.