Ancient Greek
102.4
Demetrius, demetrius_de_eloc_roberts 102.4
Unproofread scanNot analysed yet
24. Ἔστι δὲ κῶλα, ἃ μὴ ἀντικείμενα ἐμφαίνει τινὰ ἀντίθεσιν διὰ τὸ τῷ σχήματι ἀντιθέτως γεγράφθαι, καθάπερ τὸ παρ’ Ἐπιχάρμῳ τῷ ποιητῇ πεπαιγμένον, ὅτι ‘τόκα μὲν ἐν τήνοις ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών.’ τὸ αὐτὸ μὲν γὰρ εἴρηται, καὶ οὐδὲν ἐναντίον· ὁ δὲ τρόπος τῆς ἐρμηνείας μεμιμημένος ἀντιθέσιν τινὰ πλανῶντι ὁμοίως. ἀλλ’ οὕτος μὲν ἴσως γελωτοποιῶν οὕτως ἀντέθηκεν, καὶ ἅμα σκώπτων τοὺς ῥήτορας.