Ancient Greek
104.4
Demetrius, demetrius_de_eloc_roberts 104.4
Unproofread scanNot analysed yet
27 Χρῆσις δὲ τῶν τοιούτων κώλων ἐπισφαλής. οὔτε γὰρ δεινῶς λέγοντι ἐπιτήδεια· ἐκλύει γὰρ τὴν δεινότητα ἡ περὶ αὐτὰ τερπνότης καὶ φροντίς. δῆλον δ’ ἡμῖν τοῦτο ποιεῖ Θεόπομπος. κατηγορῶν γὰρ τῶν Φιλίππου φίλων φησίν, ‘ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες, ἀνδροπόρνοι τὸν τρόπον ἦσαν· καὶ ἐκαλοῦντο μὲν ἑταῖροι, ἦσαν δὲ ἑταῖραι.’ ἢ γὰρ ὁμοιότης ἡ περὶ τὰ κῶλα καὶ ἀντιθέσεις ἐκλύει τὴν δεινότητα διὰ τὴν κακοτεχνίαν. θυμὸς γὰρ τέχνης οὐ δεῖται, ἀλλὰ δεῖ τρόπον τινὰ αὐτοφυῆ εἶναι ἐπὶ τῶν τοιούτων κατηγοριῶν καὶ ἁπλᾶ τὰ λεγόμενα.