Ancient Greek
104.5
Demetrius, demetrius_de_eloc_roberts 104.5
Unproofread scanNot analysed yet
28 Οὔτε δῆτα ἐν δεινότητι χρήσιμα τὰ τοιαῦτα, ὡς ἔδειξα, οὔτε ἐν πάθεσι καὶ ἠθεσιν· ἁπλοῦν γὰρ εἶναι βούλεται καὶ ἀποίητον τὸ πάθος, ὁμοίως δὲ καὶ τὸ ἦθος. ἐν γοῦν τοῖς Ἀριστοτέλους περὶ δικαιοσύνης ὁ τὴν Ἀθηναίων πόλιν ὀδυρόμενος εἰ μὲν οὕτως εἴποι ὅτι ‘ποίαν τοιαύτην πόλιν εἶλον τῶν ἐχθρῶν, οἷαν τὴν ἰδίαν πόλιν ἀπώλεσαν,’ ἐμπαθῶς ἂν εἴρηκὼς εἴη καὶ ὀδυρτικῶς· εἰ δὲ παρόμοιον αὐτὸ ποιήσει· ‘ποίαν γὰρ πόλιν τῶν ἐχθρῶν τοιαύτην ἔλαβον, ὁποίαν τὴν ἰδίαν ἀπέβαλον,’ οὐ μὰ τὸν Δία πάθος κινήσει οὐδὲ ἕλεον, ἀλλὰ τὸν καλούμενον κλαυσίγελωτα. τὸ γὰρ ἐν πενθοῦσι παίζειν, κατὰ τὴν παροιμίαν, τὸ τὰ τοιαῦτα ἐν τοῖς πάθεσι κακοτεχνεῖν ἐστι.