Ancient Greek
110.3
Demetrius, demetrius_de_eloc_roberts 110.3
Unproofread scanNot analysed yet
37 Γελοῖος δ’ ὁ τοιούτος λόγος. ὁρῶμεν γὰρ πλὴν τῶν εἰρημένων χαρακτήρων ἐναντίων, πάντας μιγνυμένους πᾶσιν, οἷον τὰ Ὁμήρου τε ἔπη καὶ τοὺς Πλάτωνος λόγους καὶ Ξενοφῶντος καὶ Ἡροδότου καὶ ἄλλων πολλῶν πολλὴν μὲν μεγαλοπρέπειαν καταμεμιγμένην ἔχοντας, πολλὴν δὲ δεινότητα τε καὶ χάριν, ὥστε τὸ μὲν πλῆθος τῶν χαρακτήρων τοσοῦτον ἂν εἴη, ὅσον λέλεκται. ἐρμηνεία δ’ ἑκάστῳ πρέπουσα γένοιτ’ ἂν τοιάδε τις.