Ancient Greek
110.4
Demetrius, demetrius_de_eloc_roberts 110.4
Unproofread scanNot analysed yet
38 Ἀρξομαι δὲ ἀπὸ τοῦ μεγαλοπρεποῦς, ὅνπερ νῦν λόγιον ὀνομάζουσιν. ἐν τρισὶ δὴ τὸ μεγαλοπρεπές, διανοία, λέξει, τῷ συγκεῖσθαι προσφόρως. σύνθεσις δὲ μεγαλοπρεπῆς, ὡς φησιν Ἀριστοτέλης, ἡ παιωνική. παίωνος δὲ εἴδη δύο, τὸ μὲν προκαταρκτικόν, οὗ ἄρχε μέν μακρά, λήγουσι δὲ τρεῖς βραχεῖαι, οἷον τὸ τοιόνδε, ἡρξάτο δέ, τὸ δὲ καταληκτικὸν θάτερω ἀντίστροφον, οὗ τρεῖς μὲν βραχεῖαι ἄρχουσιν, λήγει δὲ μία μακρά, ὥσπερ τὸ Ἀράβια.