Ancient Greek
112.4
Demetrius, demetrius_de_eloc_roberts 112.4
Unproofread scanNot analysed yet
41 Δεῖ μέντοι λογίζεσθαι, ὅτι κἂν μὴ ἀκριβῶς δυνώμεθα τοῖς κώλοις περιτιθέναι τοὺς παῖωνας ἔνθεν καὶ ἔνθεν ἀμφοτέρους, παιωνικὴν γε πάντως ποιησόμεθα τὴν σύνθεσιν, οἷον ἐκ μακρῶν ἀρχόμενοι καὶ εἰς μακρὰς καταλήγοντες. τοῦτο γὰρ καὶ Ἀριστοτέλης παραγγέλλειν ἔοικεν, ἄλλως δὲ τὸ διττὸν τοῦ παῖωνος τετεχνολογηκέναι ἀκρίβειας ἕνεκα. διόπερ Θεόφραστος παράδειγμα ἐκτέθεται μεγαλοπρεπείας τὸ τοιούτον κῶλον, ‘τῶν μὲν περὶ τὰ μηδενὸς ἀξία φιλοσοφούντων·’ οὐ γὰρ ἐκ παίωνων ἀκριβῶς, ἀλλὰ παιωνικόν τί ἐστι. παραλαβεῖν μέντοι τὸν παῖωνα εἰς τοὺς λόγους, ἐπειδή μικτὸς τίς ἐστι καὶ ἀσφαλέστερος, τὸ μεγαλοπρεπὲς μὲν ἐκ τῆς μακρᾶς λαμβάνων, τὸ λογικὸν δὲ ἐκ τῶν βραχειῶν.