Ancient Greek
112.5 to 114.3
Demetrius, demetrius_de_eloc_roberts 112.5-114.3
Unproofread scanNot analysed yet
42 Οἱ δ᾽ ἄλλοι, ὁ μὲν ἥρῶς σερνὸς καὶ οὐ λογικός, ἀλλ᾽ ἥχῶδης· οὐδὲ εὐρυθμος, ἀλλ᾽ ἄρυθμος. ὡςπερ ὁ τοιόσδε, ‘ἥκων ἡμῶν εἰς τὴν χώραν·’ ἡ γὰρ πυκνότης τῶν μακρῶν ὑπερπίπτει τοῦ λογικοῦ μέτρου. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 43. Ὁ δὲ ἰαμβος εὐτελὴς καὶ τῇ τῶν πολλῶν λέξει ὅμοιος. πολλοὶ γοῦν μέτρα ἰαμβικὰ λαλοῦσιν οὐκ εἰδότες. ὁ δὲ παίων ἀμφοῖν μέσος καὶ μέτριος, καὶ ὁποῖος συγκεκραμένος. ἡ μὲν δὴ παιωνικὴ ἐν τοῖς μεγαλοπρεπεσὶ σύνθεσις ὧδ’ ἂν πως λαμβάνοιτο. 44. Ποιεῖ δὲ καὶ τὰ μήκη τῶν κώλων μέγεθος, οἷον ‘Θουκυδίδης Ἀθηναῖος |ξυνέγραψε τὸν πόλεμον τῶν Πελο-ποννησίων καὶ Ἀθηναίων,’ καὶ ‘Ἡροδότου Ἀλικαρνασσέως ἱστορίης ἀπόδειξις ἥδε.’ τὸ γὰρ ταχέως ἀποσιωπᾶν εἰς κῶλον βραχὺ κατασμικρύνει τὴν τοῦ λόγου σερνότητα, κἂν ἡ ὑποκειμένη διάνοια μεγαλοπρεπὴς ᾖ, κἂν τὰ ὀνόματα.