Ancient Greek
114.4
Demetrius, demetrius_de_eloc_roberts 114.4
Unproofread scanNot analysed yet
45. Μεγαλοπρεπὲς δὲ καὶ τὸ ἐκ περιagogῆς τῇ συνθέσει λέγειν, οἷον ὡς Θουκυδίδης· ‘ὁ γὰρ Ἄχελῶος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἄγρα-νῶν καὶ Ἀμφιλόχων, ἄνωθεν παρὰ Στράτον πόλιν ἐς θάλασσαν διεξιὲς παρ’ Οἰνιάδας, καὶ τὴν πόλιν αὐτοῖς περιλιμνάζων ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύεσθαι.’ σύμπασα γὰρ ἡ τοιαύτη μεγαλοπρέπεια ἐκ τῆς περιagogῆς γέγονεν, καὶ ἐκ τοῦ μόγις ἀναπαύσαι αὐτὸν τε καὶ τὸν ἀκούοντα.