Ancient Greek
132.3
Demetrius, demetrius_de_eloc_roberts 132.3
Unproofread scanNot analysed yet
81. Ἀρίστη δὲ δοκεῖ μεταφορὰ τῷ Ἀριστοτέλει ἡ κατὰ ἐνέργειαν καλουμένη, ὅταν τὰ ἄψυχα ἐνεργούντα εἰσάγηται καθάπερ ἔμψυχα, ὡς τὸ ἐπὶ τοῦ βέλους· ὀξυβελὴς καθ᾽ ὁμιλον ἐπιπτέσθαι μενεαίνων, καὶ τὸ κυρτὰ φαληριῶντα. πάντα γὰρ ταῦτα, τὸ ᾿φαληριῶντα᾿ καὶ τὸ ᾿μενεαίνων,᾿ ζωτικαῖς ἐνεργείαις ᾿οικεν.