Ancient Greek
132.4
Demetrius, demetrius_de_eloc_roberts 132.4
Unproofread scanNot analysed yet
82. Ἐνια μέντοι σαφέστερον ἐν ταῖς μεταφοραῖς λέγεται καὶ κυριώτερον, ἢπερ ἐν αὐτοῖς τοῖς κυρίοις, ὡς τὸ ᾿ἔφριξεν δὲ μάχη. ᾿οὐ γὰρ ἄν τις αὐτὸ μεταβαλὼν διὰ κυρίων οὔτ᾿ ἀληθέστερον εἴποι οὔτε σαφέστερον. τὸν γὰρ ἐκ τῶν δοράτων κλόνον καὶ τὸν γινόμενον τούτοις ἥρεμα ἦχον συνεχῶς φρίσσουσαν μάχην προσηγόρευσε, καὶ ἄμα ἐπείληπται πῶς τῆς κατ᾿ ἐνέργειαν μεταφορᾶς τῆς προειρημένης, τὴν μάχην φρίσσειν εἰπὼν ὡσπερ ζῶον.