Ancient Greek
148.2 to 148.4
Demetrius, demetrius_de_eloc_roberts 148.2-4
Unproofread scanNot analysed yet
ἥκων ἡμῶν εἰς τὴν χώραν, πάσης ἡμῶν ὀρθῆς οὖσης. οὐδὲν γὰρ ἔχει λογικὸν οὐδὲ ἀσφαλὲς διὰ τὴν συνέχειαν τῶν μακρῶν συλλαβῶν. 118. Ψυχρὸν δὲ καὶ τὸ μέτρα τιθέναι συνεχῆ, καθάπερ τινές, καὶ μὴ κλεπτόμενα ὑπὸ τῆς συνεχείας· ποίημα γὰρ ἄκαιρον ψυχρόν, ὥσπερ καὶ τὸ ὑπέρμετρον. 119. Καὶ καθόλου ὁποῖόν τί ἐστιν ἡ ἀλαζονεία, τοιούτον καὶ ἡ ψυχρότης· ὅ τε γὰρ ἀλαζὼν τὰ μὴ προσόντα αὐτῷ αὐχεῖ ὡς προσόντα, ὅ τε μικροῖς πράγμασι περιβάλλων ὀγκόν, καὶ αὐτὸς ἐν μικροῖς ἀλαζονευομένω ἐοικεν. καὶ ὁποῖόν τι τὸ ἐν τῇ παροιμίᾳ κοσμούμενον ὑπερον, τοιούτόν τί ἐστι καὶ τὸ ἐν τῇ ἐρμηνείᾳ ἐξηρμένον ἐν μικροῖς πράγμασιν.