Ancient Greek
148.5
Demetrius, demetrius_de_eloc_roberts 148.5
Unproofread scanNot analysed yet
120. Καίτοι τινὲς φασὶ δεῖν τὰ μικρὰ μεγάλως λέγειν, καὶ σημείον τοῦτο ἡγοῦνται ὑπερβαλλούσης δυνάμεως. ἐγὼ δὲ Πολυκράτει μὲν τῷ ῥήτορι συγχωρῶ ἐγκωμιάζοντι ὡς Ἀγαμέμνονα ἐν ἀντιθέτοις καὶ μεταφοραῖς καὶ πᾶσι τοῖς ἐγκωμιαστικοῖς τρόποις· ἐπαῖξεν γάρ, οὐκ ἐσπούδαξεν, καὶ αὐτὸς τῆς γραφῆς ὁ ὀγκὸς παίγνιόν ἐστι. παίζειν μὲν δὴ ἐξέστω, ὡς φημι, τὸ δὲ πρέπον ἐν παντὶ πράγματι φυλακτέον, τοῦτ’ ἐστὶ προσφόρως ἐρμηνευτέον, τὰ μὲν μικρὰ μικρῶς, τὰ μεγάλα δὲ μεγάλως.