Ancient Greek
150.1
Demetrius, demetrius_de_eloc_roberts 150.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 122. Γίνεται μέντοι τὰ μικρὰ μεγάλα ἕτερον τρόπον, οὐ διὰ τοῦ ἀπρεποῦς, ἀλλ’ ἐνίοτε ὑπ’ ἀνάγκης. οἷον ὅταν μικρὰ κατορθώσαντά τινα στρατηγὸν ἐξαιρεῖν βουλώμεθα ὡς μεγάλα κατωρθωκότα, οἷον ὅτι ξφρος ἐν Λακεδαιμόνι τὸν περιέργως καὶ οὐκ ἐπιχωρίως σφαιρίσαντα ἐμαστίγωσεν· τούτῳ γὰρ αὐθόθεν μικρῷ ἀκουσθῆναι ὄντι ἐπιτραγωδοῦμεν, ὡς οἱ τὰ μικρὰ πονηρὰ ἕθη ἔχοντες ὀδὸν τοῖς μείζοσι πονηροῖς ἀνοιγνύουσι, καὶ ὅτι ἐπὶ τοῖς μικροῖς παρανομήμασι χρὴ κολάζειν μᾶλλον, οὐκ ἐπὶ τοῖς μεγάλοις. καὶ τὴν παροιμίαν ἐποίσομεν, ‘ἀρχὴ δέ τοι ἡμῖν παντός,’ ὡς ἐοικίαν τούτῳ τῷ σμικρῷ κακῷ, ἢ καὶ ὅτι οὐδὲν κακὸν μικρόν ἐστιν.