Ancient Greek
148.6
Demetrius, demetrius_de_eloc_roberts 148.6
Unproofread scanNot analysed yet
121. Καθάπερ Ξενοφῶν ἐπὶ τοῦ Τηλεβοά ποταμοῦ μικροῦ ὄντος καὶ καλοῦ φησιν, ‘οὗτος δὲ ποταμὸς ἦν μέγας μὲν οὔ, καλὸς δέ’· τῇ γὰρ βραχύτητι τῆς συνθέσεως καὶ τῇ ἀπολύξει τῇ εἰς τὸ ‘δὲ’ μόνον οὐκ ἐπέδειξεν ἡμῖν μικρὸν ποταμόν. ἕτερος δέ τις ἐρμηνεύων ὁμοιον τῷ Τηλεβοά ποταμῷ ἔφη, ὡς ‘ἀπὸ τῶν Λαυρικῶν ὀρέων ὁρμώμενος ἐκδιδὼι ἐς θάλασσαν,’ καθάπερ τὸν Νεῖλον ἐρμηνεύων κατακρημνιζόμενον ἢ τὸν Ἴστρον ἐκβάλλοντα. πάντα οὖν τὰ τοιαῦτα ψυχρότης καλεῖται.