Ancient Greek
152.4
Demetrius, demetrius_de_eloc_roberts 152.4
Unproofread scanNot analysed yet
128. |‘Ὁ γλαφυρὸς λόγος χαριεντισμὸς καὶ ἱλαρὸς 235’ λόγος ἐστί. τῶν δὲ χαρίτων αἱ μὲν εἰσὶ μείζονες καὶ σεμνότεραι, αἱ τῶν ποιητῶν, αἱ δὲ εὐτελεῖς μᾶλλον καὶ κωμικώτεραι, σκώμμασιν ἐοικυῖαι, οἷον αἱ Ἀριστοτέλους χάριτες καὶ Σώφρονος καὶ Λυσίου· τὸ γὰρ ‘ἥς ῥᾶον ἂν τις ἀριθμήσειεν τοὺς ὀδόντας ἢ τοὺς δακτύλους,’ τὸ ἐπὶ τῆς πρεσβύτιδος, καὶ τὸ ‘ὅσας ἀξίος ἦν λαβεῖν πληγάς, τοσαύτας εἵληφεν δραχμάς,’ οἱ τοιοῦτοι ἀστεϊσμοὶ οὐδὲν διαφέρουσιν σκωμμάτων, οὐδὲ πόρρω γελωτοποιίας εἰσί.