Ancient Greek
152.5 to 154.6
Demetrius, demetrius_de_eloc_roberts 152.5-154.6
Unproofread scanNot analysed yet
129. Τὸ δὲ τῇ δὲ θ’ ἅμα Νύμφαι παίζουσι· γέγηθε δὲ τε φρένα Λητώ· καὶ ῥεία δ’ ἀργυρώτῃ πέλεται· καλαὶ δὲ τε πᾶσαι· τῇ δὲ θ’ ἄμα νύμφαι, κόραι Διὸς αἰγίοχοιο, ἀγρονόμοι παίζουσι· γέγηθε δὲ τε φρένα Δητώ· πασῶν δ’ ὑπὲρ ἥ γε κάρη ἔχει ἤδὲ μέτωπα, ῥεία τ’ ἀργυώση πέλεται, καλαὶ δὲ τε πᾶσαι ὡς ἥ γ’ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ δεινὸν ἐκ τῶν ἄλλων, ὅταν δύο δειπνῆ ἑταίρους, οὐδ’ ἀπὸ τοῦ θυρεοῦ ἢ ἐκ τοῦ ῥοπάλου, ὡς ἐκ τούτου τοῦ ἀστεϊσμοῦ. 131 Χρῆται δὲ τῷ τοιούτῳ εἴδει καὶ Ξενοφῶν, καὶ αὐτὸς δεινότητος εἰσάγει ἐκ χαρίτων, οἷον ἐπὶ τῆς ἐνόπλου ὀρχηστρίδος, ‘ἐρωτηθεὶς ὑπὸ τοῦ Παφλαγόνος, εἰ καὶ αἱ γυναῖκες αὐτοῖς συνεπολέμουν, ἔφη· αὗται γὰρ καὶ ἔτρεψαν τὸν βασιλέα.’ διττὴ γὰρ ἐμφαίνεται ἡ δεινότης ἐκ τῆς χάριτος, ἡ μὲν ὅτι οὐ γυναῖκες αὐτοῖς εἶποντο, ἀλλ’ Ἀμαζόνες, ἡ δὲ κατὰ βασιλέως, εἰ οὕτως ἦν ἀσθενής, ὡς ὑπὸ γυναικῶν φυγεῖν. [καὶ] αὗταί εἰσιν αἱ λεγόμεναι σερναὶ χάριτες καὶ 132 Τὰ μὲν οὖν εἴδη τῶν χαρίτων τοσάδε καὶ τοιάδε. εἰσὶν δὲ αἱ μὲν ἐν τοῖς πράγμασι χάριτες, οἷον νυμφαῖοι κῆποι, ὑμῆναιοι, ἔρωτες, ὅλη ἡ Σαπφοῦς ποίησις. τὰ γὰρ τοιαῦτα, κἂν ὑπὸ Ἰππώνακτος λέγῃται, χαρίεντά ἐστι, καὶ αὐτὸ ἱλαρὸν τὸ πρᾶγμα ἐξ ἑαυτοῦ· οὐδεὶς γὰρ ἂν ὑμῆναιον ᾄδοι ὀργιζόμενος, οὔδὲ τὸν Ἔρωτα Ἔρινὺν ποιήσειεν τῇ ἐρμηνείᾳ ἢ γίγαντα, οὔδὲ τὸ γελᾶν κλαίειν. 133 Ὥστε ἡ μὲν τις ἐν πράγμασι χάρις ἐστί, τὰ δὲ καὶ ἡ λέξις ποιεῖ ἐπιχαριτώτερα, οἷον ὡς δ’ ὅτε Πανδαρέου κοῦρη, χλωρῆς ἀνθῶν, μεγάλαί. καλὸν ἀείδησιν, ἔαρος νέον ἵσταμένοιο· 130 Χρῆται δὲ αὗταις Ὅμηρος καὶ πρὸς δεῖνωσιν ἐνίοτε καὶ ἔμφασιν, καὶ παίζων φοβερώτερός ἐστι, πρῶτός τε εὑρῆκέναι δοκεῖ φοβερὰς χάριτας, ὥσπερ τὸ ἐπὶ τοῦ ἀχαριτωτάτου προσώπου, τὸ ἐπὶ τοῦ Κύκλωπος, τὸ [οὐν] ‘Οὔτιν ἐγὼ πύματον ἔδομαι, τοὺς δὲ λοιποὺς πρώτους,’