Ancient Greek
158.1
Demetrius, demetrius_de_eloc_roberts 158.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 138. Πολλάκις δὲ καὶ δύο φράζεται δι’ ἑνὸς πρὸς τὸ χάριεν, οἷον ἐπὶ τῆς Ἄμαζόνος καθευδούσης ἔφη τις, ὅτι ‘τὸ τόξον ἐντεταμένον ἔκειτο, καὶ ἡ φαρέτρα πλήρης, τὸ γέρρον ἐπὶ τῇ κεφαλῇ· τοὺς δὲ ζώστηρας οὐ λύονται.’ ἐν γὰρ τούτῳ καὶ ὁ νόμος εἴρηται ὁ περὶ τοῦ ζώστηρος, καὶ ὅτι οὐκ ἔλυσε τὸν ζώστηρα, τὰ δύο πράγματα διὰ μιᾶς ἐρμηνείας. καὶ ἀπὸ τῆς συντομίας ταύτης γλαφυρόν τί ἐστι.