Ancient Greek
158.3
Demetrius, demetrius_de_eloc_roberts 158.3
Unproofread scanNot analysed yet
139. Δεύτερος δὲ τόπος ἐστὶν ἀπὸ τῆς τάξεως. τὸ γὰρ αὐτὸ πρῶτον μὲν τεθέν ἢ μέσον ἀχαρι γίνεται· ἐπὶ δὲ τοῦ τέλους χάριεν, οἷον ὡς ὁ Ξενοφῶν φησὶν ἐπὶ τοῦ Κύρου, ‘δίδωσι δὲ αὐτῷ καὶ δῶρα, ἵππον καὶ στολὴν καὶ στρεπτόν, καὶ τὴν χώραν μηκέτι ἀρπάζεσθαι.’ ἐν γὰρ τούτοις τὸ μὲν τελευταῖόν ἐστι τὸ τὴν χάριν ποιῶν τὸ ‘τὴν χώραν μηκέτι ἀρπάζεσθαι’ διὰ τὸ ξένον τοῦ δώρου καὶ τὴν ἰδιότητα. αἴτιος δὲ ὁ τόπος τῆς χάριτος· εἰ γοῦν πρῶτον ἐτάχθη, ἀχαριτώτερον ἦν, οἷον ὅτι ‘δίδωσιν αὐτῷ δῶρα, τὴν τε χώραν μηκέτι ἀρπάζεσθαι, καὶ ἵππον καὶ στολὴν καὶ στρεπτόν.’ νῦν δὲ προειπὼν τὰ εἰθισμένα δῶρα, τελευταῖον ἐπήνεγκεν τὸ ξένον καὶ ἄθρες, ἐξ ὧν ἀπάντων συνῆκται ἡ χάρις.