Ancient Greek
164.5
Demetrius, demetrius_de_eloc_roberts 164.5
Unproofread scanNot analysed yet
151 Ἔχουσι δέ τι στωμύλον καὶ ἀλληγορίαι τινές, ὡσπερ τό, ‘Δελφοί, παιδίον ὑμῶν ἄ κύνων φέρει.’ καὶ τὰ Σώφρονος δὲ τὰ ἐπὶ τῶν γερόντων, ‘ἐνθάδε ὧν |κήγῶ παρ’ ὑμμε τοὺς ὁμότριχας ἐξορμίζομαι, πλοῦν δοκάζων πόντιον· ἄρτέαι γὰρ ἤδη τοῖς ταλικοῖσδε ταὶ ἄγκυραι·’ ὅσα τε ἐπὶ τῶν γυναικῶν ἀλληγορεῖ, οἷον ἐπ’ ἰχθύων, ‘σολήνες, γλυκύκρεον κογχύλιον, χρηῶν γυναικῶν λίχνευμα.’ καὶ μιμικώτερα τὰ τοιαῦτά ἐστι καὶ αἰσχρά.