Ancient Greek
164.6 to 166.4
Demetrius, demetrius_de_eloc_roberts 164.6-166.4
Unproofread scanNot analysed yet
152 Ἔστι δέ τις καὶ ἡ παρὰ τὴν προσδοκίαν χάρις, ὡς ἡ τοῦ Κύκλωπος, ὅτι ‘ὑστατον ἕδομαι Οὐτὶν.’ οὐ γὰρ προσεδόκα τοιοῦτο ξένιον οὔτε Ὀδυσσεὺς οὔτε ὁ ἀναγι-νώσκων. καὶ ὁ Ἀριστοφάνης ἐπὶ τοῦ Σωκράτους, ‘κηρὸν διατήξας,’ φησίν, ‘εἶτα διαβήτην λαβὼν, ἐκ τῆς παλαί-στρας ἱμάτιον ὑφείλετο.’ 153 Ἦδη μέντοι ἐκ δύο τόπων ἐνταῦθα ἐγένετο ἡ χάρις. οὐ γὰρ παρὰ προσδοκίαν μόνον ἐπηνέχθη, ἀλλ’ ἀλλὰ τὸν αὑτοῦ γε νεῶν βάλλει καὶ Σοῦνιον ἄκρον ’Αθηναίων. ἀλλ’ ὅτε Σοῦνιον ἰδὼν ἀφικόμειθ’, ἄκρον ’Αθηναίων. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ οὐδ’ ἠκολούθει τοῖς προτέροις· ἡ δὲ τοιαύτη ἀνακολουθία καλεῖται γρίφος, ὥσπερ ὁ παρὰ Σώφρονι ῥητορεύων Βουλίας. οὐδὲν γὰρ ἀκόλουθον αὐτῷ λέγει· καὶ παρὰ Μενάνδρῳ δὲ ὁ πρόλογος τῆς Μεσσηνίας. 154 Πολλάκις δὲ καὶ κῶλα ὅμοια ἐποίησεν χάριν, ὡς ὁ Ἀριστοτέλης, ‘ἐκ μὲν Ἀθηνῶν,’ φησίν, ‘ἔγω εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν· ἐκ δὲ Σταγειρῶν εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν.’ καταλήξας γὰρ ἐν ἀμφοτέροις τοῖς κώλοις εἰς τὸ αὐτὸ ὄνομα ἐποίησεν τὴν χάριν. ἐὰν δ’ οὖν ἀποκόψῃς τοῦ ἑτέρου κώλου τὸ ‘μέγαν,’ συναφαιρεῖται καὶ ἡ χάρις. 155 Καὶ κατηγορίαι δὲ ἀποκεκρυμμέναι ἐνίοτε ὁμοιοῦνται χάρισιν, ὥσπερ παρὰ Ξενοφῶντι ὁ Ἡρακλείδης ὁ παρὰ τῷ Σεύθῃ προστῶν τῶν συνδειπνῶν ἑκάστῳ, καὶ πείθων δωρεῖσθαι Σεύθῃ ὅ τι ἔχου· ταῦτα γὰρ καὶ χάριν τινὰ ἐμφαίνει, καὶ κατηγορίαι εἰσὶν ἀποκεκρυμμέναι.