Ancient Greek
166.6
Demetrius, demetrius_de_eloc_roberts 166.6
Unproofread scanNot analysed yet
157 Καὶ μῦθος δὲ λαμβανόμενος καιρίως εὐχαρὴς ἐστιν, ἤτοι ὁ κείμενος, ὡς ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ἀετοῦ φησίν, ὅτι λιμῷ θνήσκει ἐπικάμπτων τὸ ῥάμφος· πάσχει δὲ αὐτό, ὅτι ἄνθρωπος ὢν ποτε ἠδίκησεν ξένον. ὁ μὲν οὖν τῷ κειμένῳ μύθῳ κέχρηται καὶ κοινῷ.