Ancient Greek
166.5
Demetrius, demetrius_de_eloc_roberts 166.5
Unproofread scanNot analysed yet
156 Αἱ μὲν οὖν κατὰ τὴν ἐρμηνείαν χάριτες τοσαῦται καὶ οἱ τόποι, ἐν δὲ τοῖς πράγμασι λαμβάνονται χάριτες ἐκ παροιμίας. φύσει γὰρ χάριεν πρᾶγμα ἐστὶ παροιμία, ὡς ὁ Σώφρων μέν, ‘Ἡπιόλης,’ ἔφη, ‘ὁ τὸν πατέρα πνίγων.’ καὶ ἀλλαχόθι ποῦ φησίν, ‘ἐκ τοῦ ὀνυχος γὰρ τὸν λέοντα ἔγραψεν· τору́ναν ἔξεσεν· κύμινον ἔπρισεν.’ καὶ γὰρ δυσὶ παροιμίαις καὶ τρισὶν ἐπαλλήλοις χρῆται, ὡς ἐπιπληθύνονται αὐτῷ αἱ χάριτες· σχεδὸν τε πάσας ἐκ τῶν δραμάτων αὐτοῦ τὰς παροιμίας ἐκλέξαι ἐστίν.