Ancient Greek
170.5 to 170.7
Demetrius, demetrius_de_eloc_roberts 170.5-7
Unproofread scanNot analysed yet
167. Ἄλλως δὲ σκώπτει τὸν ἀγροικὸν νυμφίον, καὶ τὸν θυρωρὸν τὸν ἐν τοῖς γάμοις, εὐτελέστατα καὶ ἐν πεζοῖς ὀνόμασι μᾶλλον ἢ ἐν ποιητικοῖς, ὥστε αὐτῆς μᾶλλον ἐστὶ τὰ ποιήματα ταῦτα διαλέγεσθαι ἢ ἀδεῖν, οὐδ’ ἂν ἀρμόσαι πρὸς τὸν χορὸν ἢ πρὸς τὴν λύραν, εἰ μὴ τις εἴη χορὸς διαλεκτικός. 168. Μάλιστα δὲ διαφέρουσι καὶ ἐκ τῆς προαιρέσεως· οὐ γὰρ ὁμοία προαιρεῖται ὁ εὐχάριστος καὶ ὁ γελοιοποιῶν, ἀλλ’ ὁ μὲν εὐφραίνειν, ὁ δὲ γελασθῆναι. καὶ ἀπὸ τῶν ἐπακολουθούντων δέ· τοῖς μὲν γὰρ γέλως, τοῖς δὲ ἔπαινος. 169. Καὶ ἐκ τόπου. ἔνθα μὲν γὰρ γέλωτος τέχναι καὶ χαρίτων, ἐν σατύρῳ καὶ ἐν κωμωδίαις. τραγῳδία δὲ χάριτας μὲν παραλαμβάνει ἐν πολλοῖς, ὁ δὲ γέλως ἔχθρός τραγῳδίας· οὐδὲ γὰρ ἐπινοήσειεν ἂν τις τραγῳδίαν παίζουσαν, ἐπεὶ σάτυρον γράψει ἀντὶ τραγῳδίας.