Ancient Greek
172.1
Demetrius, demetrius_de_eloc_roberts 172.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 170. Χρήσονται δέ ποτε καὶ οἱ φρόνιμοι γελοίοις πρὸς τε τοὺς καιροὺς, οἷον ἐν ἑορταῖς καὶ ἐν συμποσίοις, καὶ ἐν ἐπιπλήξεσιν δὲ πρὸς τοὺς τρυφερωτέρους, ὡς ὁ τηλαυγὴς θύλακος, καὶ ἡ Κράττηος ποιητική, |καὶ φακῆς ἐγκώμιον ἂν ἀναγνῷ τις ἐν τοῖς ἀσώτοις· τοιοῦτος δὲ ὡς τὸ πλεῖον καὶ ὁ Κυνικὸς τρόπος· τὰ γὰρ τοιαῦτα γελοῖα χρείας λαμβάνει τάξιν καὶ γνώμης.