Ancient Greek
174.5 to 176.4
Demetrius, demetrius_de_eloc_roberts 174.5-176.4
Unproofread scanNot analysed yet
178 Ταῦτα μὲν δὴ παρατεχνολογείσθω ἄλλως. τῶν δὲ εἰρημένων ὀνομάτων τὰ λεῖα μόνα ληπτέον ὡς γλαφυρόν τι ἔχοντα. 179 Γίνεται δὲ καὶ ἐκ συνθέσεως τὸ γλαφυρόν· ἐστι μὲν οὖν οὐ ράδιον περὶ τοῦ τρόπου τοῦ τοιούδε εἰπεῖν· οὐδὲ γὰρ τῶν πρὶν εἴρηταί τινι περὶ γλαφυρᾶς συνθέσεως. κατὰ τὸ δυνατόν δὲ ὅμως πειρατέον λέγειν. 180 Τάχα γὰρ δὴ ἔσται τις ἡδονὴ καὶ χάρις, ἐὰν ἀρμόζωμεν ἐκ μέτρων τὴν σύνθεσιν ἢ ὅλων ἢ ἡμίσεων· οὐ μὴν ὥστε φαίνεσθαι αὐτὰ μέτρα ἐν τῷ συνειρμῷ τῶν λόγων, |ἀλλ᾿, εἰ διαχωρίζει τις καθ᾿ ἕν ἕκαστόν καὶ διακρίνοι, τότε δὴ ὑφ᾿ ἡμῶν αὐτῶν φωρᾶσθαι μέτρα ὄντα. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 181 Κἂν μετροειδῆ δὲ ἡ, τὴν αὐτὴν ποιήσει χάριν· λανθανόντως δέ σοι παραδύεται ἡ ἐκ τῆς τοιαύτης ὁδονῆς χάρις, καὶ πλεῖστον μὲν τὸ τοιοῦτον εἶδος ἐστὶ παρὰ τοῖς Περιπατητικοῖς καὶ παρὰ Πλάτωνι καὶ παρὰ Ξενοφῶντι καὶ Ἡροδότῳ, τάχα δὲ καὶ παρὰ Δημοσθένει πολλάχου· Θουκυδίδης μέντοι πέφευγε τὸ εἶδος. 182 Παραδείγματα δὲ αὐτοῦ λάβοι τις ἂν τοιάδε, οἷον ὡς ὁ Δικαίαρχος· ‘ἐν Ἑλέᾳ,’ φησί, ‘τῆς Ἰταλίας πρεσβύτην ἤδη τὴν ἡλικίαν ὄντα.’ τῶν γὰρ κώλων ἀμφοτέρων αἱ ἀπολήξεις μετροειδεῖς τι ἔχουσιν, ὑπὸ δὲ τοῦ εἱρμoῦ καὶ τῆς συναφείας κλέπτεται μὲν τὸ μετρικόν, ἡδονὴ δ’ οὐκ ὀλίγη ἐπεστι. 183 Πλάτων μέντοι ἐν πολλοῖς αὐτῷ τῷ ῥυθμῷ γλαφυρὸς ἐστὶν ἐκτεταμένῳ πως, καὶ οὔτε ἕδραν ἔχοντι οὔτε μήκος· τὸ μὲν γὰρ ἰσχνὸν καὶ δεινόν, τὸ δὲ μήκος μεγαλοπρεπές. ἀλλ’ οἷον ὀλίσθω τινὶ ἔοικε τὰ κῶλα, καὶ οὔτ’ ἐμμέτροις παντάπασι οὔτ’ ἀμέτροις, οἷον ἐν τῷ περὶ μουσικῆς λόγῳ ἐπὰν φῇ ‘νῦν δὴ ἐλέγομεν.’