Ancient Greek
176.5
Demetrius, demetrius_de_eloc_roberts 176.5
Unproofread scanNot analysed yet
184 Καὶ πάλιν, ‘μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ὠδῆς διατελεῖ τὸν βίον ὅλον.’ καὶ πάλιν, ‘τὸ μὲν πρῶτον, εἴ τι θυμοειδὲς εἶχεν, ὥσπερ σίδηρον ἐμάλαξεν.’ οὕτως μὲν γὰρ γλαφυρὸν καὶ ὠδικὸν σαφῶς· εἰ δ’ ἀναστρέψας εἴποις, ‘ἐμάλαξεν ὥσπερ σίδηρον,’ ἢ ‘διατελεῖ ὅλον τὸν βίον,’ ἔκχεις τοῦ λόγου τὴν χάριν ἐν αὐτῷ τῷ ῥυθμῷ οὕσαν· οὐ γὰρ δὴ ἐν τῇ διανοίᾳ, οὐδ’ ἐν ταῖς λέξεσιν.