Ancient Greek
186.3
Demetrius, demetrius_de_eloc_roberts 186.3
Unproofread scanNot analysed yet
203 Περὶ μὲν δὴ σαφηνείας τοσαῦτα, ὡς ὀλίγα ἐκ πολλῶν, καὶ μάλιστα ἐν τοῖς ἰσχυροῖς αὐτῇ λόγους χρηστέον. 204 Φεύγειν δὲ ἐν τῇ συνθέσει τοῦ χαρακτῆρος τούτου πρῶτον μὲν τὰ μήκη τῶν κώλων· μεγαλοπρεπὲς γὰρ πᾶν μήκος, ὥσπερ καὶ ἐπὶ τῶν [ἡρωϊκῶν] μέτρων τὸ ἐξάμετρον ἡρωϊκὸν [ὂν] καλεῖται ὑπὸ μεγέθους καὶ πρέπων ἥρωσιν, ἡ κωμωδία δὲ συνέσταλται εἰς τὸ τρίμετρον ἢ νέα.