Ancient Greek
186.5 to 188.4
Demetrius, demetrius_de_eloc_roberts 186.5-188.4
Unproofread scanNot analysed yet
205 Τὰ πολλὰ οὖν κώλοις τριμέτροις χρησόμεθα καὶ ἐνίοτε κόμμασιν, ὥσπερ ὁ μὲν Πλάτων φησί, ‘κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος·’ πυκναὶ γὰρ αἱ ἀνάπαυλαι καὶ ἀποθέσεις. Αἰσχύνης δὲ ‘ἑκαθήμεθα μέν,’ φησίν, ‘ἐπὶ τῶν θάκων ἐν Λυκείῳ, οὗ οἱ ἀθλοῦται τὸν ἄγῶνα διατιθέασιν.’ 206 Ἔχετω δὲ καὶ ἕδραν ἀσφαλῆ τῶν κώλων τὰ τέλη καὶ βάσιν, ὡς τὰ εἰρημένα· αἱ γὰρ κατὰ τὰ τελευταῖα ἐκτάσεις μεγαλοπρεπεῖς, ὡς τὰ Θουκυδίδου, ‘Ἀχελῶος ποταμὸς ρέων ἐκ Πίνδου ὄρους’ καὶ τὰ ἔξης. 207 Φευκτέον οὖν καὶ τὰς τῶν μακρῶν στοιχείων συμπλήξεις ἐν τῷ χαρακτῆρι τούτῳ καὶ τῶν διφθόγγων· ὀγκηρὸν γὰρ πᾶσα ἐκτασις. καὶ εἴ που βραχέα συγκρουστέον |βραχέσιν, ὡς ‘πάντα μὲν τὰ νέα καλά ἐστιν,’ ἢ βραχέα μακροῖς, ὡς ‘ἥλιος,’ ἢ ἄμῶς γέ πως διὰ βραχέων· καὶ ὅλως ἐμφαίνεται εὐκαταφρόνητος ὁ τοιοῦτος τρόπος τῆς λέξεως καὶ ἰδιωτικός, κἂπ’ αὐτὰ ταῦτα πεποιημένος. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 212. Ὅπερ δὲ τῷ Κτησίᾳ ἐγκалоῦσιν ὡς ἀδολεσχο-τέρῳ διὰ τὰς διλογίας, πολλαχὴ μὲν ἴσως ἐγκалоῦσιν ὀρθῶς, πολλαχὴ δὲ οὐκ αἰσθάνονται τῆς ἐνάργειας τοῦ ἀνδρός· τίθεται γὰρ ταῦτὸ διὰ τὸ πολλάκις ποιεῖν ἔμφασιν πλείονα. 213. Οἷα τὰ τοιάδε, ‘Στρυαγγαῖός τις, ἀνὴρ Μῆδος, γυναῖκα Σακίδα καταβαλὼν ἀπὸ τοῦ ἵππου· μάχονται γὰρ δὴ αἱ γυναῖκες ἐν Σάκαις ὥσπερ αἱ Ἀμαζόνες· 208. Φευγέτω δὴ καὶ τὰ σημειῶδη σχήματα· πᾶν γὰρ τὸ παράσημον ἀσύνθες καὶ οὐκ ἰδιωτικόν. τὴν δὲ ἐνάργειαν καὶ τὸ πιθανὸν μάλιστα ὁ χαρακτὴρ οὗτος ἐπιδέξεται. περὶ ἐνάργειας οὖν καὶ περὶ πιθανότητος λεκτέον. 209. Πρῶτον δὲ περὶ ἐνάργειας· γίνεται δ’ ἡ ἐνάργεια πρῶτα μὲν ἐξ ἀκριβολογίας καὶ τοῦ παραλείπειν μηδὲν μηδ’ ἐκτέμνειν, οἷον ‘ὡς δ’ ὅτ’ ἀνὴρ ὄχετηγὸς’ καὶ πᾶσα αὕτη ἡ παραβολή· τὸ γὰρ ἐναργὲς ἔχει ἐκ τοῦ πάντα εἴρησθαι τὰ συμβαίνοντα, καὶ μὴ παραλελειφθαι μηδέν. 210. Καὶ ἡ ἱπποδρομία δὲ ἡ ἐπὶ Πατρόκλῳ, ἐν οἷς λέγει, πνοιὴ δ’ Εὐμήλοιο μετάφρενον, καὶ αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἔκτην.