Ancient Greek
190.5
Demetrius, demetrius_de_eloc_roberts 190.5
Unproofread scanNot analysed yet
216. Οἷον καὶ ἐν τοῖς τοιούσδε· δεῖ τὰ γινόμενα οὐκ εὐθὺς λέγειν, ὅτι ἐγένετο, ἀλλὰ κατὰ μικρόν, κρεμνῶντα 20 τὸν ἀκροατὴν καὶ ἀναγκάζοντα συναγωνιᾶν. τοῦτο ὁ Κτησίας ἐν τῇ ἀγγελίᾳ τῇ περὶ Κύρου τεθνεῶτος ποιεῖ. ἐλθὼν γὰρ ὁ ἄγγελος οὐκ εὐθὺς λέγει ὅτι ἀπέθανεν Κύρος παρὰ τὴν Παρυσάτιν· τοῦτο γὰρ ἡ λεγομένη ἀπὸ Σκυθῶν ῥῆσις ἐστιν· ἀλλὰ πρῶτον μὲν ἤγγειλεν, ὅτι νικᾷ, 25 ἡ δὲ ἦσθη καὶ ἠγωνίασεν· μετὰ |δὲ τοῦτο ἐρωτᾷ, βασιλεύς 240ᵛ δὲ πῶς πράττει; ὁ δὲ πέφευγέ φησι· καὶ ἡ ὑπολαβοῦσα· Τισσαφέρνης γὰρ αὐτῷ τούτων αἴτιος· καὶ πάλιν ἐπανερωτᾷ· Κύρος δὲ ποῦ νῦν; ὁ δὲ ἄγγελος ἀμείβεται· ἔνθα χρὴ τοὺς ἀγαθοὺς ἀνδρας αὐλίζεσθαι. κατὰ μικρὸν καὶ 30 κατὰ βραχὺ προϊὼν μόλις, τὸ δὴ λεγόμενον, ἀπέρρηξεν αὐτό, μᾶλα ἠθικῶς καὶ ἐναργῶς τὸν τε ἄγγελον ἐμφήνας