Ancient Greek
192.1 to 194.1
Demetrius, demetrius_de_eloc_roberts 192.1-194.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ἀκουσίως ἀγγελοῦντα τὴν συμφορὰν, καὶ τὴν μητέρα εἰς ἀγωνίαν ἐμβαλὼν καὶ τὸν ἀκούοντα. 217 Γίνεται δὲ καὶ ἐκ τοῦ τὰ παρεπόμενα τοῖς πράγμασι λέγειν ἐνάργεια, οἷον ὡς ἐπὶ τοῦ ἀγροϊκοῦ βαδίζοντος ἔφη τις, ὅτι ‘πρόσωθεν ἤκουστο αὐτοῦ τῶν ποδῶν ὁ κτύπος προσιόντος,’ ὡς οὐδὲ βαδίζοντος, ἀλλ’ οἷον γε λακτίζοντος τὴν γῆν. 218 Ὃπερ δὲ ὁ Πλάτων φησὶν ἐπὶ τοῦ Ἱπποκράτους, ‘ἔρυθριάσας [ἤδη τῇ νυκτὶ] ἤδη γὰρ ὑπέφηνέν τι ἡμέρας, εἰς τὸ καταφανὴ αὐτὸν γενέσθαι,’ ὅτι μὲν ἐναργέστατόν ἐστι, παντὶ δῆλον· ἡ δ’ ἐνάργεια γέγονεν ἐκ τῆς φροντίδος τῆς περὶ τὸν λόγον καὶ τοῦ ἀπομνημονεύσαι, ὅτι νύκτωρ πρὸς αὐτὸν εἰσῆλθεν ὁ Ἱπποκράτης. 219 Κακοφωνία δὲ πολλάκις, ὡς τὸ ‘κόπτ’, ἐκ δ’ ἐγκέφαλος,’ καὶ ‘πολλὰ δ’ ἄναντα, κάταντα’ μεμίμηται γὰρ τῇ κακοφωνίᾳ τὴν ἀνωμαλίαν· πᾶσα δὲ μίμησις ἐναργές τι ἔχει. 220 Καὶ τὰ πεποιημένα δὲ ὀνόματα ἐνάργειαν ποιεῖ διὰ τὸ κατὰ μίμησιν ἐξεννεχθαι, ὥσπερ τὸ ‘λάπτοντες.’ εἰ δὲ ‘πίνοντες’ εἶπεν, οὔτ’ ἐμιμεῖτο πίνοντας τοὺς κῦνας, οὔτε ἐνάργεια ἂν τις ἐγίνετο. καὶ τὸ ‘γλώσσησι’ δὲ τῷ λάπτοντες προσκείμενον ἔτι ἐναργέστερον ποιεῖ τὸν λόγον. καὶ περὶ ἐναργείας μὲν ὡς ἐν τύπῳ εἰπεῖν τοσαῦτα. 221 Τὸ πιθανὸν δὲ ἐν δυοῖν, ἐν τε τῷ σαφεῖ καὶ συνήθει· τὸ γὰρ ἀσαφὲς καὶ ἀσύνθες ἀπίθανον· λέξιν σὺν δὲ δύο μάρψας ὡς τε σκύλακας ποτὶ γαίη κόπτ'· ἐκ δ' ἐγκέφαλος χαμαδὶς ῥέε, δεῦε δὲ γαῖαν. πολλὰ δ' ἄναντα κάταντα πάραντὰ τε δόχμιὰ τ' ἤλθον. λάψοντες γλώσσησιν ἀραιήσιν μέλαν ὕδωρ. ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ τε οὖν οὐ τὴν περιττὴν οὐδὲ ὑπέρογκον διωκτέον ἐν τῇ πιθανότητι, καὶ ὡσαύτως σύνθεσιν βεβαιοῦσαν καὶ μηδὲν ἔχουσαν ῥυθμοειδές.