Ancient Greek
194.4 to 194.6
Demetrius, demetrius_de_eloc_roberts 194.4-6
Unproofread scanNot analysed yet
223 Ἐπεὶ δὲ καὶ ὁ ἐπιστολικὸς χαρακτὴρ δεῖται ἰσχύτητος, καὶ περὶ αὐτοῦ λέξομεν. Ἄρτεμων μὲν οὖν ὁ τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολὰς φησιν, ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διαλόγους τε γράφειν καὶ ἐπιστολὰς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου. 224 Καὶ λέγει μὲν τι ἴσως, οὐ μὴν ἅπαν· δεῖ γὰρ ὑποκατεσκευάσθαι πῶς μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολήν· ὁ μὲν γὰρ μιμεῖται αὐτοσχεδιάζοντα, ἡ δὲ γράφεται καὶ δῶρον πέμπεται τρόπον τινά. 225 Τίς γοῦν οὕτως ἂν διαλεχθείη πρὸς φίλον, ὥσπερ ὁ Ἀριστοτέλης πρὸς Ἀντίπατρον ὑπὲρ τοῦ φυγάδος γράφων τοῦ γέροντός φησιν· ‘εἰ δὲ πρὸς ἀπάσας οἴχεται γὰς φυγὰς οὕτος, ὥστε μὴ κατάγειν, δῆλον ὡς τοῦσγε εἰς Αἰδὼν καταλθεῖν βουλομένοις οὐδεὶς φθόνος·’ ὁ γὰρ οὕτως διαλεγόμενος ἐπιδεικνυμένῳ ἔοικεν μᾶλλον, οὐ λαλοῦντι.