Ancient Greek
194.7
Demetrius, demetrius_de_eloc_roberts 194.7
Unproofread scanNot analysed yet
226 Καὶ λύσεις συχναὶ ὁποῖαι **οὐ πρέπουσιν ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ἐπιστολαῖς· ἀσαφὲς γὰρ ἐν γραφῇ ἡ λύσις, καὶ τὸ μιμητικὸν οὐ γραφῆς οὕτως οἰκείον, ὡς ἀγῶνος, οἷον ὡς ἐν τῷ Εὐθυδήμῳ· ‘τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγουν ; ἡ πολύς ὑμᾶς ὄχλος περιεἱστήκει· ’καὶ μικρὸν προελθὼν ἐπιφέρει, ‘ἀλλὰ μοι ξένος τις φαίνεται εἶναι, ᾧ διελέγουν· τίς ἦν;’ ἡ γὰρ τοιαύτη πᾶσα ἐρμηνεία καὶ μίμησις ὑποκριτῇ πρέποι μᾶλλον, οὐ γραφομέναις ἐπιστολαῖς.