Ancient Greek
200.1
Demetrius, demetrius_de_eloc_roberts 200.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ γὰρ ἐσμίκρυνεν τὸ πρᾶγμα, ἀντὶ τοῦ ‘μετὰ τῆς Ἀσίας ἀπάσης’ εἰπεῖν ‘μετὰ πάντων τῶν ἑαυτοῦ’ φήσας. 237 Περὶ δὲ τὴν λέξιν γίνεται τὸ ξηρόν, ὅταν πρᾶγμα μέγα σμικροῖς ὀνόμασιν ἀπαγγέλλη, οἷον ὡς ὁ Γαδαρεὺς ἐπὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας φησί· καὶ τοῦ Φαλάριδος τοῦ τυράννου ἔφη τις, ‘ἅττα γὰρ ὁ Φάλαρις ἠρώχλει τοῖς Ἀκραγαντίνοις.’ ναυμαχίαν γὰρ τοσαύτην καὶ τυράννων ὠμότητα οὐχὶ τῷ ‘ἅττα’ ὀνόματι οὔδὲ τῷ ‘ἠρώχλει’ ἔχρην λέγειν, ἀλλ’ ἐν μεγάλοις καὶ πρέπουσιν τῷ ὑποκει-μένῳ πράγματι.