Ancient Greek
200.4
Demetrius, demetrius_de_eloc_roberts 200.4
Unproofread scanNot analysed yet
238 Ἐν δὲ συνθέσει γίνεται τὸ ξηρόν, ἧτοι ὅταν πυκνὰ ἦ τὰ κόμματα, ὥσπερ ἐν τοῖς Ἀφορισμοῖς ἔχει· ‘ὁ βίος βραχύς, ἡ δὲ τέχνη μακρά, ὁ δὲ καιρὸς ὀξύς, ἡ δὲ πείρα σφαλερά’· ἢ ὅταν ἐν μεγάλῳ πράγματι ἀπο-κεκομμένον ἦ τὸ κῶλον καὶ μὴ ἐκπλέων, ὥσπερ τις Ἀριστείδου κατηγορῶν, ὅτι οὐκ ἀφίκετο εἰς τὴν ἐν Σαλα-μῖνι ναυμαχίαν, ‘ἀλλὰ αὐτόκλητος,’ ἔφη, ‘ὅτι ἡ μὲν Δημήτηρ ἦλθεν καὶ συνενανμάχει, Ἀριστείδης δὲ οὔ.’ ἡ γὰρ ἀποκοπὴ καὶ ἀπρεπὴς καὶ ἀκαιρος. ταῖς μὲν τοιαύταις ἀποκοπαῖς ἐν ἑτέροις χρηστέον.