Ancient Greek
202.1
Demetrius, demetrius_de_eloc_roberts 202.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 240 Καὶ τὰ περὶ τῆς δεινότητος δὲ δῆλα ἂν εἴη λοιπὸν ἐκ τῶν προειρημένων, ὅτι καὶ αὕτη γένοιτ’ ἂν ἐν τρισίν, ἐν οἷσπερ οἱ πρὸ αὐτῆς χαρακτήρες· καὶ γὰρ πράγματά τινα ἐξ ἑαυτῶν ἐστὶ δεινά, ὥστε τοὺς λέγοντας αὐτὰ δεινοὺς δοκεῖν, κἂν μὴ δεινῶς λέγωσιν, καθάπερ ὁ Θεόπομπος τὰς ἐν τῷ Πειραιεῖ αἰλητηρίας καὶ τὰ πορνεία καὶ τοὺς αἰλοῦντας καὶ ἅδοντας καὶ ὀρχουμένους, ταῦτα πάντα δεινὰ ὄνόματα ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ.