Ancient Greek
202.3 to 204.5
Demetrius, demetrius_de_eloc_roberts 202.3-204.5
Unproofread scanNot analysed yet
241 Κατὰ δὲ τὴν σύνθεσιν ὁ χαρακτὴρ οὗτος γίνοιτ’ ἂν πρῶτον μὲν εἰ κόμματα ἔχοι ἀντὶ κώλων· τὸ γὰρ μήκος ἐκλύει τὴν σφοδρότητα, τὸ δὲ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον δεινότερον· παράδειγμα τὸ Λακεδαιμονίων πρὸς Φίλιππον, ‘Διονύσιος ἐν Κορίνθῳ’· εἰ δὲ ἐξέτειναν αὐτό, ‘Διονύσιος ἐκπεσὼν τῆς ἀρχῆς πτωχεύει ἐν Κορίνθῳ διδάσκων γράμματα,’ διήγημα σχεδὸν ἂν ἦν μᾶλλον ἀντὶ λοιδορίας. 242 Κἂν τοῖς ἄλλοις δὲ φύσει ἐβραχυλόγουν οἱ Λάκωνες· δεινότερον γὰρ τὸ βραχὺ καὶ ἐπιτακτικόν, τὸ μακρηγορεῖν δὲ τῷ ἱκετεύειν πρέπει καὶ αἰτεῖν. 243 Διὸ καὶ τὰ σύμβολα ἔχει δεινότητος, |ὅτι ἐμφερῆ ταῖς βραχυλογίαις· καὶ γὰρ ἐκ τοῦ βραχέως ῥηθέντος ὑπονοῆσαι τὰ πλεῖστα δεῖ, καθάπερ ἐκ τῶν συμβόλων· οὕτως καὶ τὸ ‘χαμόθεν οἱ τέττιγες ὑμῖν ἅσονται’ δεινότερον ἀλληγορικῶς ῥηθέν, ἢ εἴπερ ἀπλῶς ἔρρηθη, ‘τὰ δένδρα ὑμῶν ἐκκοπήσεται.’ 244 Τὰς γε μὴν περιόδους ἐσφίγγθαι μᾶλα δεῖ κατὰ τὸ τέλος· ἡ γὰρ περιagogὴ δεινόν, ἡ δὲ λύσις ἀπλούστε- ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ρον καὶ χρηστοποιησίας σημείον, καθάπερ ἡ ἀρχαία πᾶσα ἐρμηνεία· ἀπλοῖκοι γὰρ οἱ ἀρχαῖοι. 245 Ὦστε ἐν δεινότητι φεύγειν δεῖ τὸ ἀρχαιοειδὲς καὶ τοῦ ἤθους καὶ τοῦ ῥυθμοῦ, καὶ καταφεύγειν μάλιστα ἐπὶ τὴν νῦν κατέχουσαν δεινότητα. τῶν οὖν κώλων αἱ τοιαῦται ἀποθέσεις, ὁμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνφεῖν, ἔχονται μάλιστα οὐ εἴρηκα ῥυθμοῦ. 246 Ποιεῖ δέ τινα καὶ ἡ βία κατὰ τὴν σύνθεσιν δεινότητα· δεινὸν γὰρ πολλαχοῦ καὶ τὸ δύσφθογγον, ὥσπερ αἱ ἀνώμαλοι ὁδοί. παράδειγμα τὸ Δημοσθενικὸν τὸ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι. 247 Τὰ δὲ ἀντίθετα καὶ παρόμοια ἐν ταῖς περιόδοις φευκτέον· ὄγκον γὰρ ποιοῦσιν, οὐ δεινότητα, πολλαχοῦ δὲ καὶ ψυχρότητα ἀντὶ δεινότητος, οἷον ὡς ὁ Θεόπομπος κατὰ τῶν ἐταίρων τῶν Φιλίππου λέγων ἐλυσεν τῇ ἀντιθέσει τὴν δεινότητα, ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες, λέγων, ἀντροπόρνοι τὸν τρόπον ἦσαν· τῇ γὰρ περισσοτεχνία, μᾶλλον δὲ κακοτεχνία, προσέχων ὁ ἄκρατὴς ἐξὼ γίνεται θυμοῦ παντός.