Ancient Greek
204.6
Demetrius, demetrius_de_eloc_roberts 204.6
Unproofread scanNot analysed yet
248 Πολλὰ μέντοι ὑπ’ αὐτῶν τῶν πραγμάτων ὥσπερ ἀναγκασθησόμεθα συνθεῖναι στρογγύλως καὶ δεινῶς, οἷον τὸ Δημοσθενικὸν τὸ τοιοῦτον, ὥσπερ γὰρ εἰ τις ἐκείνων ἕλω, σὺ τὰδ’ οὐκ ἂν ἐγραψας· οὕτως ἂν σὺ νῦν ἄληθ, ἄλλος οὐ γράψει· αὐτὸ γὰρ τὸ πρᾶγμα καὶ ἡ τάξις αὐτοῦ συμπεφυκυίαν σαφῶς ἔσχε τὴν σύνθεσιν, καὶ οὐδὲ βιασάμενος ἂν τις ῥάδιως ἑτέρως συνέθηκεν αὐτό. ἐν γὰρ πολλοῖς πράγμασι συντίθεμεν, ὥσπερ οἱ τὰς καταβάσεις τρέχοντες, ὑπ’ αὐτῶν ἐλκόμενοι τῶν πραγμάτων.