Ancient Greek
22.4
Demetrius, demetrius_de_eloc_roberts 22.4
Unproofread scanNot analysed yet
εὐσεβεῖς δὲ πρὸς τοὺς φίλους τῇ πίστει. ¹ Gorgias, *Epitaph. Fragm. *:τί γὰρ ἄπην τοῖς ἀνδράσι τούτοις ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ καὶ προσῆν ὧν οὐ δεῖ προσεῖναι; εἰπεῖν δυναίμην ἂ βούλομαι, βουλοίμην δ' ἂ δεῖ, λαθὼν μὲν τὴν θείαν νέμεσιν, φυγὼν δὲ τὸν ἀνθρώπινον φόβον· οὕτοι γὰρ ἐκέκτηντο ἔνθεον μὲν τὴν ἀρετὴν, ἀνθρώπινον δὲ τὸ θνητόν, πολλὰ μὲν δὴ τὸ πρᾶον ἐπείκες τοῦ αὐθάδους δίκαιον προκρίνοντες, πολλὰ δὲ νόμῳ ἀκριβείας λόγων ὀρθότητα, τούτων νομίζοντες θεῖότατον καὶ κοινότατον νόμον, τὸ δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν <καὶ ἐάν>, καὶ δισσὰ ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην καὶ ῥώμην, τὴν μὲν βουλεύοντες, τὴν δ' ἀποτελοῦντες, θεραπεύοντες τῶν μὲν ἀδίκως δυστυχούντων, κολασταὶ δὲ τῶν ἀδίκως εὐτυχούντων, αὐθάδεις πρὸς τὸ συμφέρον, εὐόρητοι πρὸς τὸ πρέπον, τῇ φρονίμῃ τῆς γνώμης παύοντες τὸ ἄφρον <τῆς ῥώμης>, ὑβρισταὶ εἰς τοὺς ὑβριστάς, κόσμιοι εἰς τοὺς κοσμίους, ἀφοβοὶ εἰς τοὺς ἀφόβους, δεινοὶ ἐν τοῖς δεινοῖς. μαρτύρια δὲ τούτων τρόπαια ἕστησαντο τῶν πολεμίων, Διὸς μὲν ἄγαλματα, αὐτῶν δὲ ἀναθήματα, οὐκ ἄπειροι οὔτε ἐμφύτου Ἄρεος οὔτε νομίμων ἐρώτων οὔτε ἐνόπλιου ἔριδος οὔτε φιλοκάλου εἰρήνης, σεμνοὶ μὲν πρὸς τοὺς θεοὺς τῷ δικαίῳ, ὅσιοι δὲ πρὸς τοὺς τοκέας τῇ θεραπείᾳ, δίκαιοι μὲν πρὸς τοὺς ἄστοὺς τῷ ἴσῳ, εὐσεβεῖς δὲ πρὸς τοὺς φίλους τῇ πίστει. τοιγαροῦν αὐτῶν ἀποθανόντων ὁ πόθος οὐ συνᾐπέθανεν, ἀλλ' ἀθάνατος οὐκ ἐν ἀθανάτοισι σώμασι ζῇ οὐ ζώντων.