Ancient Greek
24.1
Demetrius, demetrius_de_eloc_roberts 24.1
Unproofread scanNot analysed yet
ἐβουλόμην ὦ Ἀθηναῖοι μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων |ἡνίκα σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις |τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν |καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων ||ἐπειδὴ δ᾿ εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων |ὥστε (τὰς μὲν εὐπραξίας) τῆς πόλεως ἀκούειν, |τὰς δὲ συμφοράς (ὁρᾶν) αὐτούς |καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης |ἀλλὰ τῶν ἐπιμεληθέντων |ἀνάγκη δή λέγειν |ἢ γὰρ ἀναίσθητος ἢ καρτερώτατός ἐστιν |ὅστις ἐξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις |καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας |αὐτὸς ὑποσχήσει τὰς αἰτίας¹.