Ancient Greek
88.6
Demetrius, demetrius_de_eloc_roberts 88.6
Unproofread scanNot analysed yet
2. Βούλεται μέντοι διάνοιαν ἀπαρτίζειν τὰ κῶλα ταῦτα, ποτὲ μὲν ὅλην διάνοιαν, οἷον ὡς Ἐκαταῖος φησιν ἐν τῇ ἀρχῇ τῆς ἱστορίας, Ἐκαταῖος Μιλῆσιος ὧδε μυθεῖται· συνείληπται γὰρ διάνοια τῷ κώλῳ ὅλῳ ὅλη, καὶ ἀμφὼ συγκαταλήγουσιν. ἐνίοτε μέντοι τὸ κῶλον ὅλην μὲν οὐ συμπεραιοῖ διάνοιαν, μέρος δὲ ὅλης ὅλον· ὡς γὰρ τῆς χειρὸς οὔσης ὅλου τινὸς μέρη αὐτῆς ὅλα ὅλης ἐστίν, οἷον δάκτυλοι καὶ πῆχυς· ἰδίαν γὰρ περιγραφὴν ἔχει τούτων τῶν μερῶν ἕκαστον, καὶ ἴδια μέρη· οὕτω καὶ διανοίας τινὸς ὅλης οὔσης μεγάλης ἐμπεριλαμβάνοιτ᾽ ἂν μέρη τινὰ αὐτῆς ὁλόκληρα ὄντα καὶ αὐτά.