Ancient Greek
90.1
Demetrius, demetrius_de_eloc_roberts 90.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 3. Ὡσπερ ἐν τῇ ἀρχῇ τῆς Ἀναβάσεως τῆς Ξενοφῶντος τὸ τοιοῦτον, ᾿Δαρείου καὶ Παρυσάτιδος᾽ μέχρι τοῦ ᾿νεώτερος δὲ Κύρος,᾽ συντετελεσμένη πᾶσα διάνοιά ἐστιν· τὰ δ᾽ ἐν αὐτῇ κῶλα δύο μέρη μὲν αὐτῆς ἑκάτερόν ἐστι, διάνοια δὲ ἐν ἑκάτερω πληροῦται τις, ἴδιον ἔχουσα πέρας, οἷον ᾿Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες. ᾽ἔχει γὰρ τινα ὁλοκληρίαν ἡ διάνοια αὕτη καθ᾽ αὑτήν, ὅτι ἐγένοντο Δαρείῳ καὶ Παρυσάτιδι παῖδες. καὶ ὡσαύτως τὸ ἕτερον κῶλον, ὅτι ᾿πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κύρος. ᾽ὥστε τὸ μὲν κῶλον, ὡς φημί, διάνοιαν περιέξει τινα πάντη πάντως, ἤτοι ὅλην ἢ μέρος ὅλης ὅλον.