Ancient Greek
90.3
Demetrius, demetrius_de_eloc_roberts 90.3
Unproofread scanNot analysed yet
4. Δεῖ δὲ οὔτε πάνυ μακρὰ ποιεῖν τὰ κῶλα, ἐπεὶ τοι γίνεται ἄμετρος ἡ σύνθεσις ἢ δυσπαρακολούθητος· οὐδὲ γὰρ ἡ ποιητικὴ ὑπὲρ ἐξάμετρον ἤλθεν, εἰ μὴ που ἐν ὀλίγοις· γελοῖον γὰρ τὸ μέτρον ἄμετρον εἶναι, καὶ καταλήγοντος τοῦ μέτρου ἐπιλελησθαι ἡμᾶς πότε ἠρξάτο. οὔτε δὴ τὸ μήκος τῶν κώλων πρέπον τοῖς λόγοις διὰ τὴν ἀμετρίαν, οὔτε ἡ μικρότης, ἐπεὶ τοι γίνοιτ᾽ ἂν ἡ λεγομένη ξηρὰ σύνθεσις, οἷον ἡ τοιάδε ᾿ὁ βίος βραχύς, ἡ τέχνη μακρά, ὁ καιρὸς ὀξύς. ᾽κατακεκομμένη γὰρ δοκεῖν ἡ σύνθεσις καὶ κεκερματισμένη, καὶ εὐκαταφρόνητος διὰ τὸ μικρὰ σύμπαντα ἔχειν.