Ancient Greek
92.9
Demetrius, demetrius_de_eloc_roberts 92.9
Unproofread scanNot analysed yet
6 Μακροῦ μὲν δὴ κόλου καιρὸς γίνοιν ἂν ποτε διὰ ταῦτα· γίνοιτο δ᾽ ἂν ποτε καὶ βραχέος, οἷον ἦτοι μικρόν τι ἡμῶν λεγόντων, ὡς ὁ Ξενοφῶν φησιν, ὅτι ἀφίκοντο οἱ Ἕλληνες ἐπὶ τὸν Τηλεβόαν ποταμόν· ‘οὗτος δὲ ἦν μέγας μὲν οὔ, καλὸς δέ.’ τῇ γὰρ μικρότητι καὶ ἀποκοπῇ τοῦ ῥυθμοῦ συνανεφάνη καὶ ἡ μικρότης τοῦ ποταμοῦ καὶ χάρις· εἰ δὲ οὕτως ἐκτεῖνας αὐτὸ εἶπεν, ‘οὗτος δὲ μεγέθει μὲν ἦν ἐλάττων τῶν πολλῶν, κάλλει δὲ ὑπερεβάλλετο πάντας,’ τοῦ πρέποντος ἀπετύγχανεν ἂν, καὶ ἐγίγνετο ὁ λεγόμενος ψυχρός· ἀλλὰ περὶ ψυχρότητος μὲν ὕστερον λεκτέον.