Ancient Greek
94.1
Demetrius, demetrius_de_eloc_roberts 94.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ νότερον φαίνεται ῥηθὲν οὕτω βραχέως, ἢ εἴπερ αὐτὸ μακρῶς ἐκτείναντες εἴπον, ὅτι ὁ Διονύσιος ποτε μέγας ὢν τύραννος ὡςπερ σὺ ὁμως νῦν ἰδιωτεύων οἰκεῖ Κόρινθον. οὐ γὰρ ἐτι διὰ πολλῶν ῥηθὲν ἐπιπλήξει ἐνκει, ἀλλὰ διηγήματι, καὶ μᾶλλον τινι διδάσκοντι, οὐκ ἐκφοβούντι· οὕτως ἐκτεινόμενον ἐκλύεται τοῦ λόγου τὸ θυμικὸν καὶ σφοδρόν. ὡςπερ τὰ θηρία συστρέψαντα ἑαυτὰ μάχεται, τοιαύτη τις ἂν εἴη συστροφή καὶ λόγου καθάπερ ἐσπειραμένου πρὸς δεινότητα.