Ancient Greek
94.5
Demetrius, demetrius_de_eloc_roberts 94.5
Unproofread scanNot analysed yet
11 Ἀριστοτέλης δὲ ὁρίζει τὴν περίοδον οὕτως, ‘περίοδος ἐστὶ λέξις ἀρχὴν ἔχουσα καὶ τελευτήν,’ μᾶλα ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ καλῶς καὶ πρεπόντως ὁρισάμενος· εὐθὺς γὰρ ὁ τὴν περίοδον λέγων ἐμφαίνει, ὅτι ἥρκται ποθεν καὶ ἀποτελευτήσει ποι καὶ ἐπείγεται εἰς τι τέλος, ὥσπερ οἱ δρομεῖς ἀφεθέντες· καὶ γὰρ ἐκείνων συνεμφαίνεται τῇ ἀρχῇ τοῦ δρόμου τὸ τέλος. ἔνθεν καὶ περίοδος ὠνομάσθη, ἀπεικασθεῖσα ταῖς ὁδοῖς ταῖς κυκλοειδέσι καὶ περιωδευμέναις. καθόλου οὐδὲν ἡ περίοδος ἐστὶ πλὴν ποῖα σύνθεσις. εἰ γοῦν λυθείη αὐτῆς τὸ περιωδευμένον καὶ μετασυντεθείη, τὰ μὲν πράγματα μένει τὰ αὐτά, περίοδος δὲ οὐκ ἔστι, οἷον εἰ τὴν προειρημένην τις τοῦ Δημοσθένους περιόδον ἀναστρέψας εἴποι ὧδε πως, ‘συνερῶ τούτοις, ὦ ἄνδρες Ἀθηναῖοι· φίλος γὰρ μοί ἐστιν ὁ υἱὸς Χαβρίου, πολὺ δὲ μᾶλλον τούτου ἡ πόλις, ἥ συνειπεῖν με δίκαιόν ἐστιν.’ οὐ γὰρ ἐτι οὐδαμοῦ ἡ περίοδος εὑρίσκεται.