Ancient Greek
94.4
Demetrius, demetrius_de_eloc_roberts 94.4
Unproofread scanNot analysed yet
10 Τῶν μέντοι κώλων καὶ κομμάτων τοιούτων συντιθεμένων πρὸς ἄλληλα συνίστανται αἱ περίοδοι ὀνομάζο-μεναι. ἐστὶν γὰρ ἡ περίοδος σύστημα ἐκ κώλων ἢ κομμάτων εὐκαταστρόφως εἰς τὴν διάνοιαν τὴν ὑποκειμένην ἀπηρτισμένον, οἷον ‘μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὤ, συνερειν’ αὕτη γὰρ ἡ περίοδος ἐκ τριῶν κώλων οὖσα καμπὴν τέ τινα καὶ συστροφὴν ἔχει κατὰ τὸ τέλος.