Ancient Greek
96.4 to 98.3
Demetrius, demetrius_de_eloc_roberts 96.4-98.3
Unproofread scanNot analysed yet
13. Ἔοικε γοῦν τὰ μὲν περιοδικὰ κῶλα τοῖς λίθοις τοῖς ἀντερείδουσι τὰς περιφερεῖς στέγας καὶ συνεχόουσι, ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ τὰ δὲ τῆς διαλελυμένης ἐρμηνείας διερριμμένοις πλησίον λίθοις μόνον |καὶ οὐ συγκειμένοις. 14 Διὸ καὶ περιεξεσμένον ἔχει τι ἡ ἐρμηνεία ἡ πρὶν καὶ εὐσταλές, ὥσπερ καὶ τὰ ἀρχαῖα ἀγάλματα, ὧν τέχνη ἐδόκει ἡ συστολὴ καὶ ἰσχνότης, ἡ δὲ τῶν μετὰ ταῦτα ἐρμηνεία τοῖς Φειδίου ἔργοις ἤδη ἔοικεν ἔχουσα τι καὶ μεγαλείον καὶ ἀκριβὲς ἄμα.