Ancient Greek
98.4
Demetrius, demetrius_de_eloc_roberts 98.4
Unproofread scanNot analysed yet
15 Δοκιμῶ γὰρ δὴ ἔγωγε μήτε περιοδοῖς ὅλον τὸν λόγον συνείρεσθαι, ὡς ὁ Γοργίου, μήτε διαλελύσθαι ὅλον, ὡς τὰ ἀρχαῖα, ἀλλὰ μεμίχθαι μᾶλλον δι’ ἀμφοτέρων· οὕτω γὰρ καὶ ἐγκατάσκευος ἔσται καὶ ἁπλοῦς ἄμα, καὶ ἐξ ἀμφοῖν ἡδύς, καὶ οὔτε μᾶλα ἰδιωτικός, οὔτε μᾶλα σοφιστικός. τῶν δὲ τὰς πυκνὰς περιοδοὺς λεγόντων οὐδ’ αἱ κεφαλαὶ ῥάδιως ἑστῶσιν, ὡς ἐπὶ τῶν οἰνωμένων, οἵ τε ἀκούοντες ναυτιῶσι διὰ τὸ ἀπίθανον, τοτὲ δὲ καὶ ἐκφώνουσι τὰ τέλη τῶν περιόδων προειδότες καὶ προαναβοῶσι.