Ancient Greek
98.6
Demetrius, demetrius_de_eloc_roberts 98.6
Unproofread scanNot analysed yet
17 Γίνονται δὲ καὶ τρίκωλοι τινες· καὶ μονόκωλοι δέ, ὡς καλοῦσιν ἁπλὰς περιοδούς. ὅταν γὰρ τὸ κῶλον μήκός τε ἔχῃ καὶ καμπὴν κατὰ τὸ τέλος, τότε μονόκωλος περίοδος γίνεται, καθάπερ ἡ τοιάδε, ‘Ἡροδότου Ἀλικαρνασσέος ἱστορίης ἀπόδεξις ἥδε.’ καὶ πάλιν, ‘ἡ γὰρ σαφὴς φράσις πολὺ φῶς παρέχεται ταῖς τῶν ἀκουόντων διανοίαις.’ ὑπ’ ἀμφοῖν μέντοι συνίσταται ἡ ἁπλὴ περίοδος, καὶ ὑπὸ τοῦ μήκους καὶ ὑπὸ τῆς καμπῆς τῆς περὶ τὸ τέλος, ὑπὸ δὲ θατέρου οὐδέποτε.